Skip to content
Licensed Unlicensed Requires Authentication Published by De Gruyter July 11, 2020

Eine kritische (Neu-)Edition der Epistula synodalis des Amphilochius von Ikonium

Annette von Stockhausen EMAIL logo

Abstract

The article provides a new critical edition of the so-called Epistula synodalis by Amphilochius of Iconium.

Anmerkung

Steht die Sigle einer Handschrift in Klammern, so bedeutet das, dass die Lesart dieser Handschrift nur orthographisch abweicht. Seitenumbrüche in früheren Editionen und Handschriften sind mit „|“ markiert.

Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου |

Ps: 112v1Καὶ πρὶν κομίζεσθαι τὰ παρὰ τῆς ἀγάπης ὑμῶν γράμματα, περιήγγελλεν εἰς ἡμᾶς ἡ φήμη καὶ τὸ τῆς πίστεως ὑμῶν ἀκραιφνὲς καὶ πρὸς τοὺς κινδύνους παρατεταμένον καὶ πρὸς τὰ παθήματα τὰ 5ὑπὲρ Χριστοῦ καρτερικὸν καὶ τῆς εἰς θεὸν Cotelier: 100| ἀγάπης καὶ τὸ τῆς μελλούσης ἐλπίδος ἐν ὑμῖν βέβαιον. ἐπεὶ δὲ καὶ τοῖς γράμμασι τῆς εὐλαβείας ὑμῶν ἐντετυχήκαμεν, εἴδομεν ὄντως ἐκκλησίας ἀποστολικῆς χαρακτῆρα καὶ ποιμένων ἀγαθῶν ζῆλον καὶ σπουδὴν ἄοκνον ἀληθινοῖς χριστιανοῖς πρέπουσαν. τὸ γὰρ μήτε τῆς ὁδοῦ μῆκος ὑπολογί-Vi: 113v| 10σασθαι μήτε διεσπασμένως τὰς πεύσεις προσαγαγεῖν, ἀλλὰ κοινῇ διὰ τῶν γραμμάτων ποιήσασθαι τὴν ἐρώτησιν, λίαν ἡμᾶς εὐέλπιδας πεποίηκεν, ὅτι συμφώνως ἐπιστείλαντες, συμφώνως Pg: 382r| καὶ τὰς ἀποκρίσεις παρ’ ἡμῶν δέξεσθε· καὶ οἷόν τι προοίμιον τῆς τελεωτέρας La: 132r| ὁμονοίας τὴν ἐν τοῖς γράμμασιν ὑμῶν ὁμόνοιαν ἐδεξάμεθα. 15καὶ δι’ εὐχῆς μὲν ἦν ἡμῖν καὶ τὸν θαυμασιώτατον καὶ μετὰ πάσης αἰδοῦς ὀνομαζόμενον ἐπίσκοπον Βασίλειον καὶ παρόντα δέξασθαι τῇ συνόδῳ καὶ κοινωνόν, μᾶλλον δ’ ἔξαρχον τῶν πρὸς ὑμᾶς πραγμάτων ἔχειν. ἐπεὶ δ’ ἐκεῖνον ἀρρωστία σώματος ὑπερβάλλουσα πρὸς τὴν ἄφιξιν διεκώλυσεν, τελείας μέν ἐστιν ὑμῶν ἀγάπης μήτε 20τὰ τῆς ἡμεMigne: 96|τέρας βραχύτητος παριδεῖν γράμματα. οὐ μέντοι τὴν ἁγίαν ὑμῶν ἐκκλησίαν ἄμοιρον καὶ τῆς ἐκείνου φωνῆς περιείδομεν, ἀλλ’ ἔχοντες αὐτοῦ σύγγραμμα περὶ ταύτης ἰδικῶς αὐτῷ τῆς ὑποθέσεως πεπονημένον κἀκεῖνον διὰ τοῦ γράμματος ἔχομεν ἡμῖν συμφθεγγόμενον.

2 | Cotelier: 101 | Ps: 113r25Τίς οὖν ἡ πρὸς | τὴν πεῦσιν | ἀπόκρισις; τὴν ἁγίαν σύνοδον τῶν πατέρων τῶν ἐν Νικαίᾳ σύνοδον ὄντως καθολικὴν καὶ ἀποστολικὴν γνωρίζομεν καὶ πίστιν τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν πατέρων τηνικαῦτα φυλάττομεν ἀκίνητόν τε καὶ ἀσάλευτον, καὶ πρὸς τὸ διηνεκὲς ἀσπάρακτον μένειν εὔχομαι. γέγονε δὲ τότε 30τοῖς πατράσιν ἀναγκαιότερον πλατύτερον ἐξηγήσασθαι περὶ τῆς δόξης τοῦ μονογενοῦς, ἐπειδὴ τότε νεωστὶ φυομένην τὴν αἵρεσιν Vi: 114r| τοῦ Ἀρείου διὰ σπουδῆς ἔσχον ἐκκόψαι τὰ πρῶτα αὐτῆς προαναιροῦντες σπέρματα, πρὶν τελέως ἐκτραχυνθῆναι τὴν ἄκανθαν. σεσιγημένου δὲ τηνικαῦτα τοῦ κατὰ τὸ πνεῦμα ζητήματος, διὰ τοῦτο 35πλατύτερον μὲν οὐδὲν προσέθεσαν· La: 132v| τοῖς μέντοι γε συνετῶς ἀναγινώσκουσιν αὐτάρκης καὶ ἡ περὶ τοῦ πνεύματος ἐν ἐκείνῃ τῇ πίστει διδασκαλία. ὥσπερ γὰρ εἰς πατέρα καὶ υἱὸν πιστεύειν, οὕτω καὶ εἰς τὸ πνεῦμα πιστεύειν ἐδογμάPg: 382v|τισαν, μήτε ἑτέραν τινὰ φύσιν ἐπεισάγοντες τῇ θείᾳ καὶ μακαρίᾳ τριάδι μήτε τι τῶν ἐκ τῆς τριάδος 40ἀποτέμνοντες εἰς τὴν τῆς πίστεως ἔκθεσιν. ἐπεὶ δὲ πρόσφατον ὁ σατανᾶς διασαλεύειν τὰς ἐκκλησίας ἐπιχειρῶν ἐνέβαλέ τισι περὶ τοῦ πνεύματος δισταγμόν, ἀναγκαῖον ἐπὶ τὴν πηγὴν ἀνατρέχειν τῆς πίστεως, ἐξ ἧς καὶ οἱ κατὰ Νίκαιαν πατέρες ἀναρυσάμενοι τὴν ἔκθεσιν τῆς πίστεως ἐποίησαν.

45Τίς οὖν 3 | Cotelier: 102| ἡμῶν ἡ τῆς πίστεως τελειότης; ἡ τοῦ κυρίου παράδοσις, ἣν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς ἐνετείλατο προστάξας· »πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.« δῆλον ὅτι τὴν ἐντολὴν ἐδεξάμεθα οὐ 50μόνον Ps: 113v| εἰς τὸ βαπτίζειν οὕτως, ἀλλὰ καὶ εἰς τὸ μαθητεύειν οὕτως, ὡς Vi: 114v| διὰ ταύτης τῆς ἐντολῆς καὶ τὴν Σαβελλίου νόσον ἀποκλεισθῆναι τῶν τριῶν ὑποστάσεων καθαρῶς ἡμῖν παραδοθεισῶν καὶ τῶν Ἀνομοίων καὶ τῶν Ἀρειανῶν καὶ τῶν Πνευματομάχων ἀποφραγῆναι τὰ στόματα τῶν μὲν προσώπων καὶ τῶν ὑποστάσεων τριῶν 55δηλουμένων, τῆς δὲ φύσεως καὶ τῆς θεότητος μιᾶς ὁμολογηθείσης. ἀνάγκη τοίνυν οὕτως ἡμᾶς βαπτίζειν, ὡς ἐδιδάχθημεν, La: 133r| καὶ οὕτω πιστεύειν, ὡς ἐβαπτίσθημεν, καὶ οὕτω δοξάζειν, ὡς ἐπιστεύσαμεν. πολλὰ γὰρ τῇ διανοίᾳ περισκοποῦντες καὶ πανταχοῦ στραφέντες τοῖς λογισμοῖς οὐδὲν ἐπινοῆσαι δυνάμεθα μεταξὺ τοῦ κτίστου καὶ 60τῆς κτίσεως, ὥστε, εἰ τῆς θεότητος τὸ Migne: 97| πνεῦμα χωρίζομεν, ἀνάγκη μετὰ τῶν κτισμάτων αὐτὸ καταριθμεῖν· εἰ δέ κτίσμα τολμήσαιμεν εἰπεῖν, πῶς δυνατὸν ἐν τῷ βαπτίσματι μιχθῆναι; τὴν πολυθεΐαν οὕτως ὡς καὶ τὴν ἀθεΐαν κακίζομεν· καὶ Pg: 383r | Cotelier: 103| οὔτε τρεῖς ἀρχὰς οὔτε | τρεῖς θεοὺς οὔτε τρεῖς διαφόρους καταγγέλλομεν φύσεις, ἀλλὰ 65ἀρχὴν τῶν ὅλων τὸν πατέρα γινώσκοντες οὔτε τινὰ τῶν τριῶν ὑποστάσεων ἀθετοῦμεν καὶ τὸ σεμνὸν τῶν θείων γραφῶν καὶ τὰς ἐφ’ ἕκαστον μαρτυρίας προσάγοντες.

4Ἀλλ’ ἐπειδὴ καὶ μέτρον ἐπιστολῆς ἐκφεύγει τὸ περὶ τούτων λεπτολογεῖν καὶ τὴν ὑμετέραν ἀγάπην ἐπιστεύσαμεν ἀρκεσθήσε70σθαι τῷ κεφαλαίῳ τῆς ἡμετέρας ἐκθέσεως καὶ τὰ λοιπὰ προσθήσειν οἴκοθεν – »δίδου« γάρ φησι »σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται.« Vi: 115r| – καὶ ταῦτα ἀποχρώντως γεγραφέναι νομίζομεν, οἷς ἀρκεῖ βραχεῖαν προσPs: 114r | Datema: 221|θεῖναι παράκλησιν· παρακαλοῦμεν γὰρ | μένειν ὑμᾶς υἱοὺς εἰρήνης, ἵνα πληρώσητε τὴν ἀποστολικὴν ἐντολὴν σύμψυχοι 75τὸ ἓν φρονοῦντες καὶ τῶν παθημάτων τῶν ὑπὲρ Χριστοῦ κεκοινωνηκότες. μὴ δῶτε τῷ πονηρῷ διαζεῦξαι τὰ καλῶς συνημμένα μήτε τοῖς λύκοις ἑαυτοὺς εὐαλωτοτέρους ποιήσητε La: 133v| τῇ διχοστασίᾳ τὰς ἐκείνων βεβαιοῦντες εὐχάς. ἐμάθομεν γὰρ ὅσους ἄθλους ὑπὲρ τῆς ὀρθοδοξίας ὑπέστητε· τὰς οὖν ἀπειλὰς καὶ τὰς ἀνάγκας τὰς παρὰ 80τῶν ὑπεναντίων νικήσαντες μηδένα δῶτε διαστάσει καιρόν· μήποτε κατὰ βραχὺ παρεισρυόμενον μῖσος, ἐὰν σχῇ τόπον, μεγάλους ὑμῖν κρημνοὺς ὑποθήσει, ἀλλὰ καὶ ἐν ταῖς δοξολογίαις τὸ πνεῦμα πατρὶ καὶ υἱῷ χρὴ συνδοCotelier: 104|ξάζειν καὶ εἰδέναι τοῦτο, ὅτι οἱ τὴν ἀσυγχώρητον ἁμαρτίαν διὰ τῆς εἰς τὸ πνεῦμα βλασφημίας ἐξαμαρτάνοντες 85εἰκῆ παραιτοῦνται τὴν πρὸς τοὺς Ἀρειανοὺς κοινωνίαν· μετὰ γὰρ ἐκείνων κατακριθήσονται. εὐχόμεθα δὲ ὑμᾶς ἄτμητον τὸ σῶμα τῆς ἐκκλησίας ἀφιλονείκως φυλάξαντας εἰρηνικῶς μὲν ἐν τῷ νῦν αἰῶνι τὸν λειπόμενον διάγειν χρόνον, Pg: 383v| ἐνδόξως δὲ ἐν ἡμέρᾳ τῆς κρίσεως παραστῆναι τῷ τοῦ Χριστοῦ βήματι.

Published Online: 2020-07-11
Published in Print: 2020-07-09

© 2020 Walter de Gruyter GmbH, Berlin/Boston

Downloaded on 1.12.2022 from frontend.live.degruyter.dgbricks.com/document/doi/10.1515/zac-2020-0015/html
Scroll Up Arrow